Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.205 Joseph. AJ 5.210 (English) >>Joseph. AJ 5.215

5.208 δὲ πιὼν τοῦ μέτρου δαψιλέστερον εἰς ὕπνον τρέπεται. δὲ Ἰάλη κοιμωμένου σιδήρεον ἧλον ἐλάσασα σφύρῃ κατὰ τοῦ στόματος καὶ τοῦ χελυνίου διέπειρε τὸ ἔδαφος καὶ τοῖς περὶ τὸν Βάρακον μικρὸν ὕστερον ἐλθοῦσιν ἐπεδείκνυε τῇ γῇ προσηλωμένον. 5.209καὶ οὕτως μὲν νίκη αὕτη περιέστη κατὰ τὰ ὑπὸ Δαβώρας εἰρημένα εἰς γυναῖκα. Βάρακος δὲ στρατεύσας ἐπʼ Ἄσωρον Ἰοαβινόν τε ὑπαντιάσαντα κτείνει καὶ τοῦ στρατηγοῦ πεσόντος καθελὼν εἰς ἔδαφος τὴν πόλιν στρατηγεῖ τῶν Ἰσραηλιτῶν ἐπʼ ἔτη τεσσαράκοντα. 5.210

Τελευτήσαντος δὲ Βαράκου καὶ Δαβώρας κατὰ τὸν αὐτὸν καιρὸν μετὰ ταῦτα Μαδιηνῖται παρακαλέσαντες Ἀμαληκίτας τε καὶ Ἄραβας στρατεύουσιν ἐπὶ τοὺς Ἰσραηλίτας καὶ μάχῃ τε νικῶσι τοὺς συμβαλόντας καὶ τὸν καρπὸν δῃώσαντες τὴν λείαν ἐπήγοντο. 5.211τοῦτο δὲ ποιούντων ἐπʼ ἔτη ἑπτὰ εἰς τὰ ὄρη τῶν Ἰσραηλιτῶν ἀνεστάλη τὸ πλῆθος καὶ τῶν πεδίων ἐξεχώρουν ὑπονόμους τε καὶ σπήλαια ποιησάμενοι πᾶν τι τοὺς πολεμίους διέφυγεν ἐν τούτοις εἶχον φυλάττοντες. 5.212οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς Ἰσραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς βλάπτωσι. λιμὸς δʼ ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.205 Joseph. AJ 5.210 (English) >>Joseph. AJ 5.215

Powered by PhiloLogic